Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.252 Joseph. AJ 5.257 (English) >>Joseph. AJ 5.263

5.255

Πάντα δὲ τὰ τῶν Ἑβραίων εἰς ἀκοσμίαν καὶ ὕβριν τοῦ θεοῦ καὶ τῶν νόμων ὑπεφέρετο, καὶ καταφρονήσαντες αὐτῶν Ἀμμανῖται καὶ Παλαιστῖνοι στρατῷ μεγάλῳ διήρπαζον τὴν χώραν καὶ τὴν Περαίαν ἅπασαν κατασχόντες καὶ ἐπὶ τὴν τῶν λοιπῶν ἤδη κτῆσιν διαβαίνειν ἐτόλμων. 5.256Ἑβραῖοι δὲ σωφρονισθέντες ὑπὸ τῶν κακῶν εἰς ἱκετείαν ἐτράποντο τοῦ θεοῦ καὶ θυσίας ἐπέφερον παρακαλοῦντες αὐτὸν μετριάσαντα καὶ πρὸς τὴν δέησιν αὐτῶν ὑπαχθέντα παύσασθαι τῆς ὀργῆς· δὲ θεὸς μεταβαλόμενος εἰς τὸ ἡμερώτερον ἔμελλεν αὐτοῖς βοηθεῖν. 5.257

Ἀμμανιτῶν δʼ ἐστρατευκότων ἐπὶ τὴν Γαλαδηνὴν ὑπήντων οἱ ἐπιχώριοι πρὸς τὸ ὄρος δεόμενοι τοῦ στρατηγήσοντος. ἦν δέ τις Ἰαφθᾶς ἀνὴρ διὰ τὴν πατρῴαν ἀρετὴν δυνατὸς καὶ διʼ οἰκείαν αὐτοῦ στρατιὰν ἣν ἔτρεφεν αὐτὸς μισθοφόρων. 5.258πρὸς τοῦτον οὖν πέμψαντες ἠξίουν αὐτὸν συμμαχεῖν ἐπαγγελλόμενοι παρασχεῖν εἰς ἅπαντʼ αὐτῷ τὸν χρόνον τὴν ἰδίαν ἡγεμονίαν. δʼ οὐ προσίεται τὴν παράκλησιν αὐτῶν ἐγκαλῶν, ὅτι μὴ βοηθήσειαν αὐτῷ ὑπὸ τῶν ἀδελφῶν ἀδικουμένῳ περιφανῶς· 5.259οὐ γὰρ ὄντα ὁμομήτριον αὐτοῖς ἀλλὰ ξένον περὶ τὴν μητέρα διʼ ἐρωτικὴν ἐπιθυμίαν ἐπαχθεῖσαν αὐτοῖς ὑπὸ τοῦ πατρὸς ἐξέβαλον καταφρονήσαντες τῆς αὐτοῦ ἀσθενείας. 5.260καὶ μὲν διέτριβεν ἐν τῇ Γαλαδίτιδι καλουμένῃ χώρᾳ πάντας τοὺς ὁποθενοῦν παραγινομένους πρὸς αὐτὸν ἐπὶ μισθῷ δεχόμενος. ἐκλιπαρησάντων δʼ αὐτῶν καὶ ὀμοσάντων εἰς ἀεὶ παρέξειν αὐτῷ τὴν ἡγεμονίαν ἐστράτευε.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.252 Joseph. AJ 5.257 (English) >>Joseph. AJ 5.263

Powered by PhiloLogic